10 Μαρτίου: Β´ Χαιρετισμοί της Παναγίας
Οι Β´ Χαιρετισμοί της Παναγίας διαβάζονται στην Εκκλησία κατά την δεύτερη εβδομάδα των νηστειών της Αγίας και Μεγάλης Τεσσαρακοστής.
Ήκουσαν oι ποιμένες, των Αγγέλων υμνούντων, την ένσαρκον Χριστού παρουσίαν·και δραμόντες ως προς ποιμένα, θεωρούσι τούτον ως αμνόν άμωμον, εν γαστρί της Μαρίας βοσκηθέντα, ήν υμνούντες είπον·
Χαίρε, αμνού και Ποιμένος Μήτερ• χαίρε, αυλή λογικών προβάτων.
Χαίρε, αοράτων εχθρών αμυντήριον• χαίρε, Παραδείσου θυρών ανοικτήριον.
Χαίρε, ότι τα ουράνια συναγάλλεται τη γη• χαίρε, ότι τα επίγεια συγχορεύει ουρανοίς.
Χαίρε, των Αποστόλων το ασίγητον στόμα• χαίρε, των Αθλοφόρων το ανίκητον θάρσος.
Χαίρε, στερρόν της πίστεως έρεισμα• χαίρε, λαμπρόν της Χάριτος γνώρισμα.
Χαίρε, δι’ ής εγυμνώθη ο Άδης• χαίρε, δι’ ής ενεδύθημεν δόξαν.
Χαίρε, Νύμφη ανύμφευτε.
Θεοδρόμον αστέρα θεωρήσαντες Μάγοι, τη τούτου ηκολούθησαν αίγλῃ• και ως λύχνον κρατούντες αυτόν, δι’ αύτού ηρεύνων κραταιόν Άνακτα, και φθάσαντες τον άφθαστον, εχάρησαν αυτώ βοώντες•
Αλληλούια.
Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους• καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου μορφὴν ἔλαβεν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ•
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ• χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα• χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς• χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας• χαῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα• χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης• χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα• ἐκτελέσαντές σου τὸν χρησμόν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν•
Ἀλληλούια.
Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας, τοῦ ψεύδους τὸ σκότος• τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν• οἱ τούτων δὲ ρυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων• χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τὴν ἀπάτης τὴν πλάνην πατήσασα• χαῖρε, τῶν εἰδώλων τὴν δόξαν ἐλεγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν• χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν.
Χαῖρε, πύρινε στῦλε ὁδηγῶν τοὺς ἐν σκότει• χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάνα διάδοχε• χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας• χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Μέλλοντος
Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς
βρέφος αὐτῷ• ἀλλ’ ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος• διόπερ ἐξεπλάγη σου
τὴν ἄρρητον σοφίαν,
κράζων•
Ἀλληλούια.
Πηγή : https://proseuxi.gr/10-martiou-b-xairetismoi-panagias/?utm_source=proseuxigr&utm_medium=push&utm_campaign=push_article
https://laografiaimnhmhtoyxues.blogspot.com/2022/10/
- Επιτρέπεται η αναδημοσίευση του περιεχομένου της ιστοσελίδας εφόσον
αναφέρεται ευκρινώς η πηγή του και υπάρχει ενεργός σύνδεσμος (link). Νόμος
2121/1993 και κανόνες Διεθνούς Δικαίου που ισχύουν στην Ελλάδα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου